Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυεὶδ υἱοῦ Ἀβραάμ . Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ , Ἰσαὰκ δὲ ἐγέννησεν τὸν Ἰακώβ , Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ , Ἰούδας δὲ ἐγέννησεν τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ , Φαρὲς δὲ ἐγέννησεν τὸν Ἐσρώμ , Ἐσρὼμ δὲ ἐγέννησεν τὸν Ἀράμ , Ἀρὰμ δὲ ἐγέννησεν τὸν Ἀμιναδάβ , Ἀμιναδὰβ δὲ ἐγέννησεν τὸν Ναασσών , Ναασσὼν δὲ ἐγέννησεν τὸν Σαλμών , Σαλμὼν δὲ ἐγέννησεν τὸν Βόες ἐκ τῆς Ῥαχάβ , Βόες δὲ ἐγέννησεν τὸν Ἰωβὴδ ἐκ τῆς Ῥούθ , Ἰωβὴδ δὲ ἐγέννησεν τὸν Ἰεσσαί , Ἰεσσαὶ δὲ ἐγέννησεν τὸν Δαυεὶδ τὸν βασιλέα . Δαυεὶδ δὲ ἐγέννησεν τὸν Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου , Σολομὼν δὲ ἐγέννησεν τὸν Ῥοβοάμ , Ῥοβοὰμ δὲ ἐγέννησεν τὸν Ἀβιά , Ἀβιὰ δὲ ἐγέννησεν τὸν Ἀσάφ , Ἀσὰφ δὲ ἐγέννησεν τὸν Ἰωσαφάτ , Ἰωσαφὰτ δὲ ἐγέννησεν τὸν Ἰωράμ , Ἰωρὰμ δὲ ἐγέννησεν τὸν Ὀζείαν , Ὀζείας δὲ ἐγέννησεν τὸν Ἰωαθάμ , Ἰωαθὰμ δὲ ἐγέννησεν τὸν Ἄχαζ , Ἄχαζ δὲ ἐγέννησεν τὸν Ἐζεκίαν , Ἐζεκίας δὲ ἐγέννησεν τὸν Μανασσῆ , Μανασσῆς δὲ ἐγέννησεν τὸν Ἀμώς , Ἀμὼς δὲ ἐγέννησεν τὸν Ἰωσείαν , Ἰωσείας δὲ ἐγέννησεν τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος . Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησεν τὸν Σαλαθιήλ , Σαλαθιὴλ δὲ ἐγέννησεν τὸν Ζοροβαβέλ , Ζοροβαβὲλ δὲ ἐγέννησεν τὸν Ἀβιούδ , Ἀβιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλιακείμ , Ἐλιακεὶμ δὲ ἐγέννησεν τὸν Ἀζώρ , Ἀζὼρ δὲ ἐγέννησεν τὸν Σαδώκ , Σαδὼκ δὲ ἐγέννησεν τὸν Ἀχείμ , Ἀχεὶμ δὲ ἐγέννησεν τὸν Ἐλιούδ , Ἐλιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλεάζαρ , Ἐλεάζαρ δὲ ἐγέννησεν τὸν Μαθθάν , Μαθθὰν δὲ ἐγέννησεν τὸν Ἰακώβ , Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας , ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός . Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυεὶδ γενεαὶ δεκατέσσαρες , καὶ ἀπὸ Δαυεὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες , καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες . Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γένεσις οὕτως ἦν . μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ , πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος Ἁγίου . Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς , δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν δειγματίσαι , ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν . ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ’ ὄναρ ἐφάνη αὐτῷ λέγων Ἰωσὴφ υἱὸς Δαυείδ , μὴ φοβηθῇς παραλαβεῖν Μαρίαν τὴν γυναῖκά σου , τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Ἁγίου · τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν · αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν . Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ Κυρίου διὰ τοῦ προφήτου λέγοντος Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν , καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ , ὅ ἐστιν μεθερμηνευόμενον Μεθ’ ἡμῶν ὁ Θεός . ἐγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου , καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ · καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκεν υἱόν · καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰησοῦν .